Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 48.30 | Dem. 48.34 (English) | >>Dem. 48.37 |
48.32νικήσας δὲ καὶ διαπραξαμένων ἅπαντα ὅσα ἐβουλήθημεν ἐν τῷ δικαστηρίῳ , καὶ ἀπολαβὼν παρὰ τῶν πρότερον ἐπιδικασαμένων ὅσα ἦσαν ἐκεῖνοι παρʼ ἡμῶν εἰληφότες , ταῦτα δὴ πάντα ἔχων καὶ τὸ ἀργύριον ὃ ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ βασανισθέντος , οὐδʼ ὁτιοῦν ἠθέληκεν τῶν δικαίων πρός με ποιῆσαι , ἀλλʼ ἔχει αὐτὸς ἅπαντα , ὀμωμοκὼς καὶ συνθήκας πρός με ποιησάμενος ἦ μὴν ἰσομοιρήσειν . καὶ αἱ συνθῆκαι αὗται ἔτι καὶ νῦν κεῖνται παρὰ τῷ Ἀνδροκλείδῃ , καὶ μεμαρτύρηκεν αὐτὸς πρὸς ὑμᾶς .
48.33βούλομαι δὲ καὶ περὶ τῶν ἄλλων ἁπάντων ὧν εἴρηκα μαρτυρίας ὑμῖν παρασχέσθαι , πρώτιστον μὲν τὸ ἐξ ἀρχῆς ὅτι ἐγὼ καὶ οὗτος ἡμῖν αὐτοῖς δικάσαντες ἐνειμάμεθα τὸ ἴσον ἑκάτερος τῆς φανερᾶς οὐσίας ἧς Κόμων κατέλιπεν . καί μοι λαβὲ ταύτην τὴν μαρτυρίαν πρῶτον , ἔπειτα τὰς ἄλλας ἁπάσας ἀναγίγνωσκε .λαβὲ δή μοι καὶ τὴν πρόκλησιν , ἣν προὐκαλεσάμην αὐτὸν περὶ τοῦ ἀργυρίου οὗ ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ βασανισθέντος .ὃν μὲν τρόπον , ὦ ἄνδρες δικασταί , ἐξ ἀρχῆς διενειμάμεθα τὴν Κόμωνος οὐσίαν τὴν φανερὰν ἐγὼ καὶ Ὀλυμπιόδωρος , καὶ λόγῳ ἀκηκόατε καὶ μεμαρτύρηται ὑμῖν , καὶ ὡς οὗτος τὸ ἀργύριον ἔλαβεν παρὰ τοῦ ἀνθρώπου τοῦ οἰκέτου , καὶ ὅτι οἱ ἐπιδικασάμενοι ἔλαβον ὅσα ἡμεῖς εἴχομεν , ἕως οὑτοσὶ πάλιν ἐνίκησεν ἐν τῷ δικαστηρίῳ .
Μαρτυρία
48.34
Πρόκλησις
Μαρτυρία
48.35
Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.]. | ||
<<Dem. 48.30 | Dem. 48.34 (English) | >>Dem. 48.37 |